Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.82.5 | Hdt. 3.84.1 (English) | >>Hdt. 3.85.1 |
3.83.2 “ἄνδρες στασιῶται , δῆλα γὰρ δὴ ὅτι δεῖ ἕνα γέ τινα ἡμέων βασιλέα γενέσθαι , ἤτοι κλήρῳ γε λαχόντα , ἢ ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἐκεῖνο ἕληται , ἢ ἄλλῃ τινὶ μηχανῇ . ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγωνιεῦμαι · οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω · ἐπὶ τούτῳ δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς , ἐπʼ ᾧ τε ὑπʼ οὐδενὸς ὑμέων ἄρξομαι , οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπʼ ἐμεῦ αἰεὶ γινόμενοι .”
3.83.3 τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξ ἐπὶ τούτοισι , οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλʼ ἐκ μέσου κατῆστο , καὶ νῦν αὕτη ἡ οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει , νόμους οὐκ ὑπερβαίνουσα τοὺς Περσέων .
ch. 84
3.84.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.82.5 | Hdt. 3.84.1 (English) | >>Hdt. 3.85.1 |